Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.102 Joseph. AJ 15.106 (English) >>Joseph. AJ 15.112

15.104

Ἀντώνιος δὲ τὴν Ἀρμενίαν λαβὼν Ἀρταβάζην τὸν Τιγράνου σὺν τοῖς παισὶν σατράπαις δέσμιον εἰς Αἴγυπτον ἀποπέμπει, δωρούμενος τούτοις τὴν Κλεοπάτραν καὶ τῷ παντὶ κόσμῳ τῆς βασιλείας, ὃν ἐξ αὐτῆς ἔλαβεν. 15.105Ἀρμενίας δὲ ἐβασίλευσεν Ἀρταξίας πρεσβύτατος τῶν ἐκείνου παίδων διαδρὰς ἐν τῷ τότε. καὶ τοῦτον Ἀρχέλαος καὶ Νέρων Καῖσαρ ἐκβαλόντες Τιγράνην τὸν νεώτερον ἀδελφὸν ἐπὶ τὴν βασιλείαν κατήγαγον. ταῦτα μὲν οὖν ἐν ὑστέρῳ. 15.106

Περὶ δὲ τοὺς φόρους, οὓς ἔδει τελεῖν τῆς ὑπʼ Ἀντωνίου δοθείσης χώρας, μὲν Ἡρώδης δίκαιος ἦν οὐκ ἀσφαλὲς ἡγούμενος διδόναι τῇ Κλεοπάτρᾳ μίσους αἰτίαν. 15.107 δʼ Ἄραψ Ἡρώδου τὴν φορὰν ἐπιδεξαμένου χρόνον μέν τινα παρεῖχεν ἐκείνῳ τὰ διακόσια τάλαντα, μετὰ ταῦτα δὲ κακοήθης ἦν καὶ βραδὺς εἰς τὰς ἀποδόσεις καὶ μόλις εἰ καὶ μέρη τινὰ διαλύσειεν οὐδὲ ταῦτα διδόναι δοκῶν ἀζημίως. 15.108

Ἡρώδης δὲ τοῦτον τὸν τρόπον ἀγνωμονοῦντος καὶ τὸ τελευταῖον οὐδὲν ἔτι τῶν δικαίων ποιεῖν ἐθέλοντος εἶχεν μὲν ὡς ἐπεξελευσόμενος, προθεσμίᾳ δὲ ἐχρήσατο τῷ Ῥωμαϊκῷ πολέμῳ. 15.109τῆς γὰρ ἐπʼ Ἀκτίῳ μάχης προσδοκωμένης, ἣν ἐπὶ τῆς ἑβδόμης καὶ ὀγδοηκοστῆς πρὸς ταῖς ἑκατὸν ὀλυμπιάδος συνέβη γενέσθαι, Καῖσαρ μὲν Ἀντωνίῳ περὶ τῶν ὅλων ἔμελλεν ἀγωνιεῖσθαι πραγμάτων, Ἡρώδης δὲ καὶ τῆς χώρας εὐβοτουμένης αὐτῷ πολὺν ἤδη χρόνον καὶ προσόδων καὶ δυνάμεως εὑρημένων, Ἀντωνίῳ συμμαχίαν κατέλεξεν ἐπιμελέστατα ταῖς παρασκευαῖς χρησάμενος.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.102 Joseph. AJ 15.106 (English) >>Joseph. AJ 15.112

Powered by PhiloLogic